Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.56.1 Hdt. 8.58.2 (English) >>Hdt. 8.60α.1

8.57.2οὔτʼ ἄρα, ἤν ἀπάρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται, καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν· ἀπολέεταί τε Ἑλλὰς ἀβουλίῃσι. ἀλλʼ εἴ τις ἐστὶ μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν.”

ch. 58 8.58.1 κάρτα τε τῷ Θεμιστοκλέι ἤρεσε ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω. ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμῖξαι· δʼ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν, εἴ τι θέλει. 8.58.2 ἐνθαῦτα Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου, ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ἀνέγνωσε χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον.

ch. 59 8.59.1 ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς, πολλὸς ἦν Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος· λέγοντος δὲ αὐτοῦ, Κορίνθιος στρατηγὸς Ἀδείμαντος Ὠκύτου εἶπε· “ Θεμιστόκλεες, ἐν τοῖσι ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται.” δὲ ἀπολυόμενος ἔφη· “οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.56.1 Hdt. 8.58.2 (English) >>Hdt. 8.60α.1

Powered by PhiloLogic